Le versioni di greco di Polibio e le traduzioni in italiano

Il passaggio delle Alpi

Το γαρ συμβαινον ιδιον ην και παρηλλαγμενον. Επι γαρ την προυπαρχουσαν χιονα και διαμεμενηκυιαν εκ του προτερον χειμωνος αρτι της επ' ετους πεπτωκυιας, ταυτην μεν ευδιακοπτον ειναι συνεβαινε και δια το προσφατον ουσαν απαλην υπαρχειν και δια το μηδεπω βαθος εχειν. Οποτε δε ταυτην διαπατησαντες επι την υποκατω και συνεστηκυιαν επιβαιεν, ουκετι διεκοπτον, αλλ' επεπλεον ολισθανοντες αμφοτεροις αμα τοις ποσι, καθαπερ επι τη γη συμβαινει τοις δια των ακροπηλων πορευομενοις. Το δε συνεξακολουθουν τουτοις ετι δυσχερεστερον υπηρχεν. Οι μεν γαρ ανδρες ου δυναμενοι την κατω χιονα διακοπτειν, οποτε πεσοντες βουληθειεν η τοις γονασιν η ταις χερσι προσεξερεισασθαι προς την εξαναστασιν, τοτε και μαλλον επεπλεον αμα πασι τοις ερεισμασιν, επι πολυ καταφερων οντων των χωριων.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it