Le versioni di greco di Polibio e le traduzioni in italiano

Costituzione di Cartagine

Το δε Καρχηδονιων πολιτευμα το μεν ανεκαθεν μοι δοκει καλως κατα γε τας ολοσχερεις διαφορας συνεστασθαι. Και γαρ βασιλεις ησαν παρ' αυτοις, και το γεροντιον ειχε την αριστοκρατικην εξουσιαν, και το πληθος ην κυριον των καθηκοντων αυτω· καθολου δε την των ολων αρμογην ειχε παραπλησιαν τη Ρωμαιων και Λακεδαιμονιων. Κατα γε μην τους καιρους τουτους, καθ' ους εις τον Αννιβιακον ενεβαινε πολεμον, χειρον ην το Καρχηδονιων, αμεινον δε το Ρωμαιων. Επειδη γαρ παντος και σωματος και πολιτειας και πραξεως εστι τις αυξησις κατα φυσιν, μετα δε ταυτην ακμη, καπειτα φθισις, κρατιστα δ' αυτων εστι παντα τα κατα την ακμην, παρα τουτο και τοτε διεφερεν αλληλων τα πολιτευματα.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2023 VersioniDiGreco.it