Le versioni di greco di Senofonte e le traduzioni in italiano

Le città di Larissa e di Mespila

I mercenari greci guidati da Senofonte attraversano numerose località, tra cui le città di Larissa e Mespila, un tempo abitate dai Medi, di cui è data una breve descrizione e rievocata la storia.

Οι δε Ελληνες ασφαλως πορευομενοι το λοιπον της ημερας αφικοντο επι τον Τιγρητα ποταμον. Ενταυθα πολις ην ερημη μεγαλη, ονομα δ' αυτη ην Λαρισα· ωκουν δ' αυτην το παλαιον Μηδοι. Του δε τειχους αυτης ην το ευρος πεντε και εικοσι ποδες, υψος δ' εκατον· του δε κυκλου η περιοδος δυο παρασαγγαι· ωκοδομητο δε πλινθοις κεραμεαις· κρηπις δ' υπην λιθινη το υψος εικοσι ποδων. Ταυτην βασιλευς Περσων οτε παρα Μηδων την αρχην ελαμβανον Περσαι πολιορκων ουδενι τροπω εδυνατο ελειν· ηλιον δε νεφελη προκαλυψασα ηφανισε μεχρι εξελιπον οι ανθρωποι, και ουτως εαλω. Παρα ταυτην την πολιν ην πυραμις λιθινη, το μεν ευρος ενος πλεθρου, το δε υψος δυο πλεθρων. Επι ταυτης πολλοι των βαρβαρων ησαν εκ των πλησιον κωμων αποπεφευγοτες. Εντευθεν δ' επορευθησαν σταθμον ενα παρασαγγας εξ προς τειχος ερημον μεγα προς πολει κειμενον· ονομα δε ην τη πολει Μεσπιλα· Μηδοι δ' αυτην ποτε ωκουν. Ην δε η μεν κρηπις λιθου ζεστου κογχυλιατου, το ευρος πεντηκοντα ποδων και το υψος πεντηκοντα. Επι δε τουτη επωκοδομητο πλινθινον το μεν ευρος πεντηκοντα ποδων, το δε υψος εκατον· του δε τειχους η περιοδος εξ παρασαγγαι. Ενταυθα λεγεται Μηδεια γυνη βασιλεως καταφυγειν οτε απωλλυσαν την αρχην υπο Περσων Μηδοι. Ταυτην δε την πολιν πολιορκων ο Περσων βασιλευς ουκ εδυνατο ουτε χρονω ελειν ουτε βια· Ζευς δε βροντη κατεπληξε τους ενοικουντας,και ουτως εαλω.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it