Le versioni di greco di Strabone e le traduzioni in italiano

Il Peneo fiume della Tessaglia

Εστι τα μεσα της Θετταλιας καρποφορος μεν χωρα, ποταμοκλυστος δε. Ο γαρ Πηνειος ποταμος δια μεσης χωρας ρει και υδατα συχνων δεχεται ποταμων· ουτως ουν υπερχειται πολλακις· ρει δ' ο Πηνειος εκ του Πινδου δια μεσης της Θετταλιας προς τας ανατολας του ηλιου. Διοριζει Μακεδονιαν μεν προς βορεαν, Θεσσαλιαν δε προς νοτον και διερχεται τα των Λαπιθων πολισματα· μετα δε φερεται το ρευμα μεταξυ Ολυμπου και Οσσης δια στενην κοιλην· εν αριστερα μεν εχει τον Ολυμπον, εν δε δεξια την Οσσαν, εγγυς των εκβολων του ποταμου. Εστιν ο μεν Ολυμπος της Μακεδονιας, η δε Οσσα της Θεσσαλιας. Το δε παλαιον και ελιμναζετο το πεδιον· η γαρ παραλια μετεωροτερα του πεδιου ειχε τα χωρια και φραγμα εποιειτο τοις υδασι του Πηνειου. Υπο δε σεισμων ρηγμα εγενετο και νυν η μεν Οσσα απο του Ολυμπου εσχισται, ο δε Πηνειος δια την κοιλην προς θαλατταν ρει.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it