Le versioni di greco di Tucidide e le traduzioni in italiano

I Peloponnesiaci si ricongiungono alle truppe di Ambracia

Οι μεν ουν μετ' Ευρυλοχου Πελοποννησιοι, ως ησθοντο τους εν Ολπαις Αμπρακιωτας ηκοντας, αραντες εκ του Προσχιου εβοηθουν κατα ταχος, και διαβαντες τον Αχελωον εχωρουν δι Ακαρνανιας ουσης ερημου δια την ες Αργος βοηθειαν, εν δεξιω μεν εχοντες την Στρατιων πολιν και την φρουραν αυτων, εν αριστερω δε την αλλην Ακαρνανιαν. Και διελθοντες την Στρατιων γην εχωρουν δια της Φυτιας και αυθις Μεδεωνος παρ' εσχατα, επειτα δια Λιμναιας· και επεβησαν της Αγραιων, ουκετι Ακαρνανιας, φιλιας δε σφισιν. Λαβομενοι δε του θυαμου ορους, δ' εστιν Αγραικον, εχωρουν δι αυτου και κατεβησαν ες την Αργειαν νυκτος ηδη, και διεξελθοντες μεταξυ της τε Αργειων πολεως και της επι Κρηναις Ακαρνανων φυλακης ελαθον και προσεμειξαν τοις εν Ολπαις Αμπρακιωταις.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it