Le versioni di greco di Erodoto e le traduzioni in italiano

Evento prodigioso nella battaglia di Maratona

Εν ταυτη τη εν Μαραθωνι μαχη απεθανον των βαρβαρων κατα εξακισχιλιους και τετρακοσιους ανδρας, Αθηναιων δε εκατον και ενενηκοντα και δυο· επεσον μεν αμφοτερων τοσουτοι. Συνηνεικε δε αυτοθι θωμα γενεσθαι τοιονδε· Αθηναιον ανδρα Επιζηλον τον Κουφαγορεω εν τη συστασι μαχομενον τε και ανδρα γινομενον αγαθον των ομματων στερηθηναι, ουτε πληγεντα ουδεν του σωματος ουτε βληθεντα, και το λοιπον της ζοης διατελεειν απο τουτου του χρονου εοντα τυφλον. Λεγειν δε αυτον περι του παθεος ηκουσα τοιονδε τι να λογον ανδρα οι δοκεειν οπλιτην αντιστηναι μεγαν, του το γενειον την ασπιδα πασαν σκιαζειν, το δε φασμα...

Traduzione

La battaglia di Maratona

Μαχομενων δε εν τω Μαραθωνι χρονος εγινετο πολλος. Και το μεν μεσον του στρατοπεδου ενικων οι βαρβαροι, τη Περσαι τε αυτοι και Σακαι ετεταχατο· κατα τουτο μεν δη ενικων οι βαρβαροι και ρηξαντες εδιωκον ες την μεσογαιαν, το δε κερας εκατερον ενικων Αθηναιοι τε και Πλαταιεες. Νικωντες δε το μεν τετραμμενον των βαρβαρων φευγειν εων, τοισι δε το μεσον ρηξασι αυτων συναγαγοντες τα κερεα αμφοτερα εμαχοντο, και ενικων Αθηναιοι. Φευγουσι δε τοισι Περσησι ειποντο κοπτοντες, ες ο επι την θαλασσαν απικομενοι πυρ τε αιτεον και επελαμβανοντο των νεων.

Traduzione

Milziade spinge alla battaglia il polemarco Callimaco

Ημεων των στρατηγων εοντων δεκα διχα γινονται αι γνωμαι, των μεν κελευοντων συμβαλειν, των δε ου συμβαλειν. Ην μεν νυν μη συμβαλωμεν, ελπομαι τινα στασιν μεγαλην διασεισειν εμπεσουσαν τα Αθηναιων φρονηματα ωστε μηδισαν ην δε συμβαλωμεν πριν τι και σαθρον Αθηναιων μετεξετεροισι εγγενεσθαι, θεων τα ισα νεμοντων οιοι τε ειμεν περιγενεσθαι τη συμβολη. Ταυτα ων παντα ες σε νυν τεινει και εκ σεο ηρτηται· ην γαρ συ γνωμη τη εμη προσθη, εστι τοι πατρις τε ελευθερη και πολις πρωτη των εν τη Ελλαδι· ην δε την των αποσπευδοντων την συμβολην ελη, υπαρξει τοι των εγω κατελεξα αγαθων τα εναντια.

Traduzione

Il lutto degli Spartani per le morti dei re (II)

Επεαν γαρ αποθανη βασιλευς Λακεδαιμονιων, εκ πασης δει Λακεδαιμονος, χωρις Σπαρτιητεων, αριθμω των περιοικων αναγκαστους ες το κηδος ιεναι· τουτων ων και των ειλωτεων και αυτων Σπαρτιητεων επεαν συλλεχθεωσι ες τωυτο πολλαι χιλιαδες, συμμιγα τησι γυναιξι κοπτονται τε τα μετωπα προθυμως και οιμωγη διαχρεωνται απλετω, φαμενοι τον υστατον αιει απογενομενον των βασιλεων, τουτον δη γενεσθαι αριστον. Ος δ' αν εν πολεμω των βασιλεων αποθανη, τουτω δε ειδωλον σκευασαντες εν κλινη ευ εστρωμενη εκφερουσι. Επεαν δε θαψωσι, αγορη δεκα ημερεων ουκ ισταται σφι ουδ' αρχαιρεσιη συνιζει, αλλα πενθεουσι ταυτας...

Traduzione

Il lutto degli Spartani per le morti dei re (I)

Ταυτα μεν ζωουσι τοισι βασιλευσι δεδοται εκ του κοινου των Σπαρτιητεων, αποθανουσι δε ταδε. Ιππεες περιαγγελλουσι το γεγονος κατα πασαν την Λακωνικην, κατα δε την πολιν γυναικες περιιουσαι λεβητας κροτεουσι. Επεαν ων τουτο γινηται τοιουτο, αναγκη εξ οικιης εκαστης ελευθερους δυο καταμιαινεσθαι, ανδρα τε και γυναικα· μη ποιησασι δε τουτο ζημιαι μεγαλαι επικεαται. Νομος δε τοισι Λακεδαιμονιοισι κατα των βασιλεων τους θανατους εστι ωυτος και τοισι βαρβαροισι τοισι εν τη Ασιη· των γαρ ων βαρβαρων οι πλεονες τω αυτω νομω χρεωνται κατα τους θανατους των βασιλεων.

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it