Le versioni di greco di Esopo e le traduzioni in italiano

Il mercante di statue

Ερμην τις ξυλινον κατασκευασας και προσενεγκων εις αγορανα επωλει. Μηδενος δε ωνητου προσοντος εκκαλεσασθαι τινας βουλομενος εβοα, ως αγαθοποιον δαιμονα και κερδους τηρητικον πιπρασκει. Των δε παρατυχοντων τινος ειποντος προς αυτον· «Τω ουτος, και τι τουτον τοιουτον οντα πωλεις, δεον των παρ' αυτου ωφελειων απολαυειν;» απεκρινατο· «Οτι εγω μεν ταχειας ωφελειας τινος επιδεομαι, αυτος δε βραδεως ειωθε τα κερδη περιποιειν». Ο Προς ανδρα αισχροκερδη και των θεων περιφρονουντα.

Traduzione

Lo schiavo nero

Αιθιοπα τις ωνησατο τοιουτον αυτω το χρωμα ειναι δοκων αμελεια του προτερον εχοντος· και παραλαβων οικαδε παντα μεν αυτω προσηγε τα ρυμματα, πασι δε λουτροις επειρατο καθαιρειν. Και το μεν χρωμα μεταβαλειν ουκ ειχε, νοσειν δε τω πονειν παρεσκευασεν. Ο μυθος δηλοι οτι μενουσιν αι φυσεις ως προηλθον την αρχην.

Traduzione

L'usignolo e lo sparviero

Αηδων επι τινος υψηλης δρυος καθημενη κατα το συνηθες ηδεν. Ιεραξ δε αυτην θεασαμενος, ως ηπορει τροφης, επιπτας συνελαβεν. Η δε μελλουσα αναιρεισθαι εδεετο αυτου μεθειναι λεγουσα ως ουχ ικανη εστιν ιερακος γαστερα αυτη πληρωσαι· δει δε αυτον, ει τροφης απορει, επι τα μειζονα των ορνεων τρεπεσθαι. Και ος υποτυχων ειπεν· «Αλλ' εγωγε αποπληκτος αν ειην, ει την εν χερσιν ετοιμην βοραν παρεις τα μηδεπω φαινομενα διωκοιμι». Ο λογος δηλοι οτι ουτω και των ανθρωπων αλογιστοι εισιν, οι δι ελπιδα μειζονων τα εν χερσιν οντα προιενται.

Traduzione

Il lupo e la pecora

Λυκος υπο κυνων δηχθεις και κακως διατεθεις εβεβλητο τροφην εαυτω περιποιεισθαι μη δυναμενος και δη θεασαμενος προβατον τουτου εδεηθη ποτον αυτω ορεξαι εκ του παραρρεοντος ποταμου. «Εαν γαρ συ μοι» φησι «ποτον δως, εγω την τροφην εμαυτω ευρησω». Το δε υποτυχον εφη· «Εαν ποτον σοι εγω επιδωσω, συ και τροφη μοι χρηση». Προς ανδρα κακουργον δι υποκρισεως ενεδρευοντα ο λογος ευκαιρος.

Traduzione

Il cammello, l'elefante e la scimmia

Των αλογων ζωων βουλομενων βασιλεα εαυτων αιρεισθαι, καμηλος, ο ισχυροτατος των ζωων, και ελεφας, ο μεγιστος, εφιλονεικουν και δια το μεγεθος του σωματος και δια την ισχυν ελπιζοντες παντων προκρινεσθαι. Ο δε σωφρων πιθηκος αμφοτερους ανεπιτηδειους ειναι εφη, τον μεν καμηλον, διοτι χολην ουκ εχει κατα των αδικουντων, τον δε ελεφαντα, οτι πολλακις φοβειται και δειλος εστιν. Ο λογος δηλοι οτι πολλακις και τα μεγιστα των πραγματων δια μικραν αιτιαν κωλυονται.

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it