Le versioni di greco di Lisia e le traduzioni in italiano

Delitto d'onore (18-20)

Ελθων δε οικαδε εκελευον ακολουθειν μοι την θεραπαιναν εις την αγοραν, αγαγων δ' αυτην ως των επιτηδειων τινα ελεγον οτι εγω παντα ειην πεπυσμενος τα γινομενα εν τη οικια: " σοι ουν " εφην " εξεστι δυοιν οποτερον βουλει ελεσθαι, η μαστιγωθεισαν εις μυλωνα εμπεσειν και μηδεποτε παυσασθαι κακοις τοιουτοις συνεχομενην, η κατειπουσαν απαντα ταληθη μηδεν παθειν κακον αλλα συγγνωμης παρ' εμου τυχειν των ημαρτημενων. Ψευση δε μηδεν, αλλα παντα ταληθη λεγε ". Κακεινη το μεν πρωτον εξαρνος ην, και ποιειν εκελευεν ο τι βουλομαι: ουδεν γαρ ειδεναι: επειδη δε εγω εμνησθην Ερατοσθενους προς αυτην, και ειπον...

Traduzione

Delitto d'onore (15-17)

Μετα δε ταυτα, ω ανδρες, χρονου μεταξυ διαγενομενου και εμου πολυ απολελειμμενου των εμαυτου κακων, προσερχεται μοι τις πρεσβυτις ανθρωπος, υπο γυναικος υποπεμφθεισα ην εκεινος εμοιχευεν, ως εγω υστερον ηκουον: αυτη δε οργιζομενη και αδικεισθαι νομιζουσα, οτι ουκετι ομοιως εφοιτα παρ' αυτην, εφυλαττεν εως εξευρεν ο τι ειη το αιτιον. Προσελθουσα ουν μοι εγγυς η ανθρωπος της οικιας της εμης επιτηρουσα, " Ευφιλητε " εφη " μηδεμια πολυπραγμοσυνη προσεληλυθεναι με νομιζε προς σε: ο γαρ ανηρ ο υβριζων εις σε και την σην γυναικα εχθρος ων ημιν τυγχανει, εαν ουν λαβης την θεραπαιναν την εις αγοραν βαδιζουσαν...

Traduzione

Delitto d'onore (12-14)

Και εγω την γυναικα απιεναι εκελευον και δουναι τω παιδιω τον τιτθον, ινα παυσηται κλαιον. Η δε το μεν πρωτον ουκ ηθελεν, ως αν ασμενη με εωρακυια ηκοντα δια χρονου: επειδη δε εγω ωργιζομην εκελευον αυτην απιεναι, " ινα συ γε " εφη " πειρας ενταυθα την παιδισκην: και προτερον δη μεθυων ειλκες αυτην ". Καγω μεν εγελων, εκεινη δε αναστασα και απιουσα προστιθησι την θυραν, προσποιουμενη παιζειν, και την κλειν εφελκεται. Καγω τουτων ουδεν ενθυμουμενος ουδ' υπονοων εκαθευδον ασμενος, ηκων εξ αργου. Επειδη δε ην προς ημεραν, ηκεν εκεινη και την θυραν ανεωξεν, ερομενου δ' εμου τι αι θυραι νυκτωρ ψοφοιεν,...

Traduzione

Delitto d'onore (9-11)

Πρωτον μεν ουν, ω ανδρες, δει γαρ και ταυθ' υμιν διηγησασθαι οικιδιον εστι μοι διπλουν, ισα εχον τα ανω τοις κατω, κατα την γυναικωνιτιν και κατα την ανδρωνιτιν. Επειδη δε το παιδιον εγενετο ημιν, η μητηρ αυτο εθηλαζεν: ινα δε μη, οποτε λουεσθαι δεοι, κινδυνευη κατα της κλιμακος καταβαινουσα, εγω μεν ανω διητωμην, αι δε γυναικες κατω. Και ουτως ηδη συνειθισμενον ην, ωστε πολλακις η γυνη απηει κατω καθευδησουσα ως το παιδιον, ινα τον τιτθον αυτω διδω και μη βοα. Και ταυτα πολυν χρονον ουτως εγινετο, και εγω ουδεποτε υπωπτευσα, αλλ' ουτως ηλιθιως διεκειμην ωστε ωμην την εμαυτου γυναικα πασων σωφρονεστατην...

Traduzione

Delitto d'onore (6-8)

Εγω γαρ, ω Αθηναιοι, επειδη εδοξε μοι γημαι και γυναικα ηγαγομην εις την οικιαν, τον μεν αλλον χρονον ουτω διεκειμην ωστε μητε λυπειν μητε λιαν επ' εκεινη ειναι ο τι αν θελη ποιειν, εφυλαττον τε ως οιον τε ην, και προσειχον τον νουν ωσπερ εικος ην: επειδη δε μοι παιδιον γιγνεται, επιστευον ηδη και παντα τα εμαυτου εκεινη παρεδωκα, ηγουμενος ταυτην οικειοτητα ειναι: εν μεν ουν τω πρωτω χρονω, ω Αθηναιοι, πασων ην βελτιστη: και γαρ οικονομος δεινη και φειδωλος αγαθη και ακριβως παντα διοικουσα: επειδη δε μοι η μητηρ ετελευτησε, παντων των κακων αποθανουσα αιτια μοι γεγενηται. Επ' εκφοραν γαρ αυτη...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it