Le versioni di greco di Lisia e le traduzioni in italiano

Ateniesi e Spartani contro i Persiani

Αθηναιοι δ' ουτω διακειμενης της Ελλαδος αυτοι μεν εις τας ναυς εμβαντες επ' Αρτεμισιον εβοηθησαν, Λακεδαιμονιοι δε και των συμμαχων ενιοι εις Θερμοπυλας απηντησαν, ηγουμενοι δια την στενοτητα των χωριων την παροδον οιοι τ' εσεσθαι διαφυλαξαι. Γενομενου δε του κινδυνου κατα τον αυτον χρονον Αθηναιοι μεν ενικων τη ναυμαχια, Λακεδαιμονιοι δε, ου ταις ψυχαις ενδεεις γενομενοι, αλλα του πληθους ψευσθεντες και ους φυλαξειν ωοντο και προς ους κινδυνευσειν εμελλον, διεφθαρησαν ουχ ηττηθεντες των εναντιων, αλλ' αποθανοντες ουπερ εταχθησαν μαχεσθαι.

Traduzione

Virtù degli Antenati

οι δ' ημετεροι προγονοι ου λογισμω ειδοτες τους εν τω πολεμω κινδυνους, αλλα νομιζοντες τον ευκλεα θανατον αθανατον περι των αγαθων καταλειπειν λογον, ουκ εφοβηθησαν το πληθος των εναντιων, αλλα τη αυτων αρετη μαλλον επιστευσαν. και αισχυνομενοι οτι ησαν οι βαρβαροι αυτων εν τη χωρα, ουκ ανεμειναν πυθεσθαι ουδε βοηθησαι τους συμμαχους, ουδ' ωηθησαν δειν ετεροις της σωτηριας χαριν ειδεναι, αλλα σφισιν αυτοις τους αλλους Ελληνας. ταυτα μια γνωμη παντες γνοντες απηντων ολιγοι προς πολλους: ανδρες δ' αγαθοι γενομενοι, και των μεν σωματων αφειδησαντες, υπερ δε της αρετης ου φιλοψυχησαντες, και μαλλον...

Traduzione

Gli Ateniesi fondatori della democrazia

Πολλα μεν ουν υπηρχε τοις ημετεροις προγονοις μια γνωμη χρωμενοις περι του δικαιου διαμαχεσθαι η τε γαρ αρχη του βιου δικαια: ου γαρ, ωσπερ οι πολλοι, πανταχοθεν συνειλεγμενοι και ετερους εκβαλοντες την αλλοτριαν ωκησαν, αλλ' αυτοχθονες οντες την αυτην εκεκτηντο μητερα και πατριδα. Πρωτοι δε και μονοι εν εκεινω τω χρονω εκβαλοντες τας παρα σφισιν αυτοις δυναστειας δημοκρατιαν κατεστησαντο, ηγουμενοι την παντων ελευθεριαν ομονοιαν ειναι μεγιστην, κοινας δ' αλληλοις τας εκ των κινδυνων ελπιδας ποιησαντες ελευθεραις ταις ψυχαις επολιτευοντο, νομω τους αγαθους τιμωντες και τους κακους κολαζοντες,...

Traduzione

Delitto d'onore (25-28)

Εγω δ', ω ανδρες, παταξας καταβαλλω αυτον, και τω χειρε περιαγαγων εις τουπισθεν και δησας ηρωτων δια τι υβριζει εις την οικιαν την εμην εισιων. Κακεινος αδικειν μεν ωμολογει, ηντιβολει δε και ικετευε μη αυτον κτειναι αλλ' αργυριον πραξασθαι. Εγω δ' ειπον οτι " ουκ εγω σε αποκτενω, αλλ' ο της πολεως νομος, ον συ παραβαινων περι ελαττονος των ηδονων εποιησω, και μαλλον ειλου τοιουτον αμαρτημα εξαμαρτανειν εις την γυναικα την εμην και εις τους παιδας τους εμους η τοις νομοις πειθεσθαι και κοσμιος ειναι ". Ουτως ω ανδρες, εκεινος τουτων ετυχεν ωνπερ οι νομοι κελευουσι τους τα τοιαυτα πραττοντας,...

Traduzione

Delitto d'onore (21-24)

Επειδη δε παντα ειρητο αυτη, ειπον εγω, "οπως τοινυν ταυτα μηδεις ανθρωπων πευσεται: ει δε μη, ουδεν σοι κυριον εσται των προς εμ' ωμολογημενων. Αξιω δε σε επ' αυτοφωρω ταυτα μοι επιδειξαι: εγω γαρ ουδεν δεομαι λογων, αλλα το εργον φανερον γενεσθαι, ειπερ ουτως εχει " ωμολογει ταυτα ποιησειν. Και μετα ταυτα διεγενοντο ημεραι τεσσαρες η πεντε, ... ως εγω μεγαλοις υμιν τεκμηριοις επιδειξω. Πρωτον δε διηγησασθαι βουλομαι τα πραχθεντα τη τελευταια ημερα. Σωστρατος ην μοι επιτηδειος και φιλος. Τουτω ηλιου δεδυκοτος ιαντι εξ αγρου απηντησα. Ειδως δ' εγω οτι τηνικαυτα αφιγμενος ουδεν αν καταληψοιτο...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it