Versioni di greco di Longo Sofista tradotte in italiano

Dafni e Cloe imitano lo spettacolo della primavera

Ηρος ην αρχη και παντα ηκμαζεν ανθη, τα εν δρυμοις, τα εν λειμωσι και οσα δρεια βομβος ην ηδη μελιττων, ηχος ορνιθων μουσικων, σκιρτηματα ποιμνιων αρτιγεννητων: αρνες εσκιρτων εν τοις ορεσιν, εβομβουν εν τοις λειμωσιν αι μελιτται, τας λοχμας κατηδον ορνιθες. Τοσαυτης δη παντα κατεχουσης ευωριας οι απαλοι και νεοι μιμηται των ακουομενων εγινοντο και βλεπομενων: ακουοντες μεν των ορνιθων αδοντων ηδον, βλεποντες δε σκιρτωντας τους αρνας ηλλοντο κουφα, και τας μελιττας δε μιμουμενοι τα ανοη συνελεγον: και τα μεν εις τους πολπους εβαλλον, τα δε στεφανισκους πλεκοντες ταις Νυμφαις επεφερον.

Traduzione

Dafni e Cloe crescono

Τουτο το οναρ ιδοντες ηχθοντο μεν ει ποιμενες εσοιντο και αιπολοι οι τυχην εκ σπαργανων επαγγελλομενοι κρειττονα - δι ην αυτους και τροφαις αβροτεραις ετρεφον και γραμματα επαιδευον και παντα οσα καλα ην επ' αγροικιας, εδοκει δε πειθεσθαι θεοις περι των σωθεντων προνοια θεων. Και κοινωσαντες αλληλοις το οναρ και θυσαντες τω τα πτερα εχοντι παιδιω παρα ταις Νυμφαις - το γαρ ονομα λεγειν ουκ ειχον - ως ποιμενας εκπεμπουσιν αυτους αμα ταις αγελαις, εκδιδαξαντες εκαστα· πως δει νεμειν προ μεσημβριας, πως επινεμειν κοπασαντος του καυματος: ποτε αγειν επι ποτον, ποτε απαγειν επι κοιτον· επι τισι καλαυροπι...

Traduzione

Dafni e Cloe crescono insieme

Ταυτα τα παιδια ταχυ μαλα ηυξησε, και καλλος αυτοις εξεφαινετο κρειττον αγροικιας. Ηδη τε ην ο μεν πεντε και δεκα ετων απο γενεας, η δε τοσουτων, δυοιν αποδεοντοιν, και ο Δρυας και ο Δαμων επι μιας νυκτος ορωσιν οναρ τοιονδε τι τας Νυμφας εδοκουν εκεινας, τας εν τω αντρω, εν ω η πηγη, εν ω το παιδιον ευρεν ο Δρυας, τον Δαφνιν και την Κλοην παραδιδοναι παιδιω μαλα σοβαρω και καλω, πτερα εκ των ομων εχοντι, βελη σμικρα αμα τοξαριω φεροντι: το δε εφαψαμενον αμφοτερων ενι βελει κελευσαι λοιπον ποιμαινειν τον μεν το αιπολιον, την δε το ποιμνιον.

Traduzione

Cloe e il ritrovamento

Θειον δη τι νομισας το ευρημα και διδασκομενος παρα της οιος ελεειν τε το παιδιον και φιλειν αναιρειται μεν το βρεφος επ' αγκωνος, αποτιθεται δε τα γνωρισματα κατα της πηρας, ευχεται δε ταις Νυμφαις επι χρηστη τυχη θρεψαι την ικετιν αυτων. Και επει καιρος ην απελαυνειν την ποιμνην, ελθων εις την επαυλιν τη γυναικι διηγειται τα οφθεντα, δεικνυσι τα ευρεθεντα, παρακελευεται θυγατριον νομιζειν και λανθανουσαν ως ιδιον τρεφειν. Η μεν δη Ναπη - τουτο γαρ εκαλειτο - μητηρ ευθυς ην και εφιλει το παιδιον, ωσπερ υπο της οιος παρευδοκιμηθηναι δεδοικυια, και τιθεται και αυτη ποιμενικον ονομα προς πιστιν...

Traduzione

Cloe ritrovata

Εις τουτο το νυμφαιον οις αρτιτοκος συχνα φοιτωσα δοξαν πολλακις απωλειας παρειχε. Κολασαι δη βουλομενος αυτην και εις την προτερον ευνομιαν καταστησαι, δεσμον ραβδου χλωρας λυγισας ομοιον βροχω τη πετρα προσηλθεν, ως εκει συλληψομενος αυτην. Επιστας δε ουδεν ειδεν ων ηλπισεν, αλλα την μεν διδουσαν πανυ ανθρωπινως την θηλην εις αφθονον του γαλακτος ολκην, το δε παιδιον ακλαυτι λαβρως εις αμφοτερας τας θηλας μεταφερον το στομα καθαρον και φαιδρον, οια της οιος τη γλωττη το προσωπον απολιχμωμενης μετα τον κορον της τροφης. Θηλυ ην τουτο το παιδιον, και παρεκειτο και τουτω σπαργανα γνωρισματα:...

Traduzione

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it