Versioni di greco di Marco Aurelio tradotte in italiano

Più della morte fa paura lo spegnersi delle facoltà intellettuali

Ουχι τουτο μονον δει λογιζεσθαι, οτι καθ' εκαστην ημεραν απαναλισκεται ο βιος και μερος ελαττον αυτου καταλειπεται, αλλα κακεινο λογιστεον, οτι, ει επι πλεον βιωη τις, εκεινο γε αδηλον, ει εξαρκεσει ομοια αυθις η διανοια προς την συνεσιν των πραγματων και της θεωριας της συντεινουσης εις την εμπειριαν των τε θειων και των ανθρωπειων. Εαν γαρ παραληρειν αρξηται, το μεν διαπνεισθαι και τρεφεσθαι και φανταζεσθαι και ορμαν και οσα αλλα τοιαυτα, ουκ ενδεησει· το δε εαυτω χρησθαι και τους του καθηκοντος αριθμους ακριβουν και τα προφαινομενα διαρθρουν και περι αυτου του ει ηδη εξακτεον αυτον εφιστανειν...

Traduzione

Il senso della vita

Καν τρις χιλια ετη βιωσεσθαι μελλης, και τοσαυτακις μυρια, ομως μεμνησο οτι ουδεις αλλον αποβαλλει βιον η τουτον ον ζη, ουδε αλλον ζη η ον αποβαλλει. Εις ταυτον ουν καθισταται το μηκιστον τω βραχυτατω. Το γαρ παρον πασιν ισον και το απολλυμενον ουν ισον και το αποβαλλομενον ουτως ακαριαιον αναφαινεται. Ουτε γαρ το παρωχηκος ουτε το μελλον αποβαλοι αν τις· ο γαρ ουκ εχει, πως αν τις τουτο αυτου αφελοιτο; Τουτων ουν των δυο αει μεμνησθαι· ενος μεν, οτι παντα εξ αιδιου ομοειδη και ανακυκλουμενα και ουδεν διαφερει, ποτερον εν εκατον ετεσιν η εν διακοσιοις η εν τω απειρω χρονω τα αυτα τις οψεται·...

Traduzione

Vanità delle cose terrene

Πως παντα ταχεως εναφανιζεται, τω μεν κοσμω αυτα τα σωματα, τω δε αιωνι αι μνημαι αυτων οια εστι τα αισθητα παντα και μαλιστα τα ηδονη δελεαζοντα η τω πονω φοβουντα η τω τυφω διαβεβοημενα, πως ευτελη και ευκαταφρονητα και ρυπαρα και ευφθαρτα και νεκρα, νοερας δυναμεως εφισταναι. Τι εισιν ουτοι, ων αι υποληψεις και αι φωναι την ευδοξιαν και την αδοξιαν παρεχουσι; τι εστι το αποθανειν; και οτι, εαν τις αυτο μονον ιδη και τω μερισμω της εννοιας διαλυση τα εμφανταζομενα αυτω, ουκετι αλλο τι υποληψεται αυτο ειναι η φυσεως εργον· φυσεως δε εργον ει τις φοβειται, παιδιον εστι· τουτο μεντοι ου μονον...

Traduzione

Il concetto di colpa secondo Teofrasto

Φιλοσοφως ο Θεοφραστος εν τη συγκρισει των αμαρτηματων, ως αν τις κοινοτερον τα τοιαυτα συγκρινειε, φησι βαρυτερα ειναι τα κατ' επιθυμιαν πλημμελουμενα των κατα θυμον. Ο γαρ θυμουμενος μετα τινος λυπης και λεληθυιας συστολης φαινεται τον λογον αποστρεφομενος· ο δε κατ' επιθυμιαν αμαρτανων, υφ' ηδονης ηττωμενος ακολαστοτερος πως φαινεται και θηλυτερος εν ταις αμαρτιαις. Ορθως ουν και φιλοσοφιας αξιως εφη μειζονος εγκληματος εχεσθαι το μεθ' ηδονης αμαρτανομενον ηπερ το μετα λυπης· ολως τε ο μεν προηδικημενω μαλλον εοικε και δια λυπης ηναγκασμενω θυμωθηναι· ο δε αυτοθεν προς το αδικειν ωρμηται,...

Traduzione

La provvidenza divina

Τα των θεων προνοιας μεστα. Τα της τυχης ουκ ανευ φυσεως η συγκλωσεως και επιπλοκης των προνοια διοικουμενων. Παντα εκειθεν ρει· προσεστι δε το αναγκαιον και το τω ολω κοσμω συμφερον, ου μερος ει. Παντι δε φυσεως μερει αγαθον, ο φερει η του ολου φυσις και δ' εκεινης εστι σωστικον. Σωζουσι δε κοσμον, ωσπερ αι των στοιχειων, ουτως και αι των συγκριματων μεταβολαι. Ταυτα σοι αρκειτω· αει δογματα εστω. Την δε των βιβλιων διψαν ριψον, ινα μη γογγυζων αποθανης, αλλα ιλεως αληθως και απο καρδιας ευχαριστος τοις θεοις.

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it