Le versioni di greco di Senofonte e le traduzioni in italiano

Poliido viene inviato a combattere i pirati

Ουτος ο Πολυιδος παραλαβων το στρατευμα, απηντα κατα Πηλουσιον τοις περι τον Ιπποθοον, και ευθυς παρα τας οχθας μαχη τε αυτων γινεται και πιπτουσιν εκατερων πολλοι· νυκτος δε επιγενομενης τρεπονται μεν οι λησται και παντες υπο των στρατιωτων φονευονται· εισι δε οι και ζωντες εληφθησαν. Ιπποθοος μονος, απορριψας τα οπλα, εφυγε της νυκτος και ηλθεν εις Αλεξανδρειαν κακειθεν, δυνηθεις λαθειν, επιβας αναγομενω πλοιω επανηχθη. Ην δε αυτω η πασα επι Σικελιαν ορμη· εκει γαρ εδοκει μαλιστα διαλησεσθαι τε και διατραφησεσθαι· ηκουε δε την νησον ειναι μεγαλην τε και ευδαιμονα.

Traduzione

Invito a palazzo

Των γαρ παρ' εαυτω μαλιστα φιλων εκελευσεν αν τινα λαβειν τα του μη φοιτωντος, φασκοντα λαμβανειν τα εαυτου. Επει ουν τουτο γενοιτο, ηκον αν ευθυς οι στερομενοι ως ηδικημενοι. Ο δε Κυρος πολυν μεν χρονον ουκ εσχολαζε τοις τοιουτοις υπακουειν επει δε ακουσειεν αυτων, πολυν χρονον ανεβαλλετο την διαδικασιαν. Ταυτα δε ποιων ηγειτο προσεθιζειν αυτους θεραπευειν, ηττον δε εχθρως η ει αυτος κολαζων ηναγκαζε παρειναι. Εις μεν τροπος διδασκαλιας ην αυτω ουτος του παρει ναι· αλλος δε το τα ραστα και κερδαλεωτατα τοις παρουσι προσταττειν αλλος δε το μηδεν ποτε τοις απουσι νεμειν ο δε δη μεγιστος τροπος...

Traduzione

Ordinamento sociale della Persia

Ιυα δε σαφεστερον δηλωθη πασα η Περσων πολιτεια, μικρον επανειμι, νυν γαρ εν βραχυτατω αν δηλωθει η δια τα προειρημενα. Λεγονται μεν γαρ Περσαι αμφι τας δωδεκα μυριαδας ειναι· τουτων δ' ουδεις απεληλαται νομω τιμων και αρχων, αλλ' εξεστι πασι Περσαις πεμπειν τους εαυτων παιδας εις τα κοινα της δικαιοσυνης διδασκαλεια. Αλλ' οι μεν δυναμενοι τρεφειν τους παιδας αργουντας πεμπουσιν, οι δε μη δυναμενοι ου πεμπουσιν. Οι δ' αν παιδευθωσι παρα τοις δημοσιοις διδασκαλοις, εξεστιν αυτοις εν τοις εφηβοις νεανισκευεσθαι, τοις δε μη διαπαι· δευθεισιν ουτως ουκ εξεστιν. Οι δ' αν αυ εν τοις εφηβοις διατελεσωσι...

Traduzione

Sistemi educativi persiani

Οι μεν δη παιδες εις τα διδασκαλεια φοιτωντες διαγουσι μανθανοντες δικαιοσυνην και λεγουσιν οτι επι τουτο ερχονται ωσπερ παρ' ημιν οτι γραμματα μαθησομενοι. Οι δ' αρχοντες αυτων διατελουσι το πλειστον της ημερας δικαζοντες αυτοις. Γιγνεται γαρ δη και παισι προς αλληλους ωσπερ ανδρασιν εγκληματα και κλοπης και αρπαγης και βιας και απατης και κακολογιας και αλλων οιων δη εικος. Ους δ' αν γνωσι τουτων τι αδικουντας, τιμωρουνται. Κολαζουσι δε και ον αν αδικως εγκαλουντα ευρισκωσι. Δικαζουσι δε και εγκληματος ου ενεκα ανθρωποι μισουσι μεν αλληλους μαλιστα, δικαζονται δε ηκιστα, αχαριστιας, και ον...

Traduzione

Leggi persiane

Επαιδευθη γε μην εν Περσων νομοις· ουτοι δε δοκουσιν οι νομοι αρχεσθαι του κοινου αγαθου επιμελουμενοι ουκ ενθενπερ εν ταις πλεισταις πολεσιν αρχονται. Αι μεν γαρ πλεισται πολεις αφεισαι παιδευειν οπως τις εθελει τους εαυτου παιδας, και αυτους τους πρεσβυτερους οπως εθελουσι διαγειν, επειτα προσταττουσιν αυτοις μη κλεπτειν μηδε αρπαζειν, μη βια εις οικιαν παριεναι, μη παιειν ον μη δικαιον, μη μοιχευειν, μη απειθειν αρχοντι, και ταλλα τα τοιαυτα ωσαυτως· ην δε τις τουτων τι παραβαινη, ζημιαν αυτοις επεθεσαν. Οι δε Περσικοι νομοι προλαβοντες επιμελονται οπως την αρχην μη τοιουτοι εσονται οι πολιται...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it