Le versioni di greco di Dionigi di Alicarnasso e le traduzioni in italiano

Vita di Lisia

Λυσιας ο Κεφαλου Συρακουσιων μεν ην γονεων, εγεννηθη δε Αθηνησι μετοικουντι τω πατρι και συνεπαιδευθη τοις επιφανεστατοις Αθηναιων. Ετη δε πεντεκαιδεκα γεγονως εις Θουριους ωχετο πλεων συν αδελφοις δυσιν, κοινωνησων της αποικιας, ην εστελλον Αθηναιοι τε και η αλλη Ελλας δωδεκατω προτερον ετει του Πελοποννησιακου πολεμου, και διετελεσεν αυτοθι πολιτευομενος εν ευπορια πολλη και παιδευομενος παρα Τισια τε και Νικια μεχρι της συμφορας της κατασχουσης Αθηναιους εν Σικελια. Μετ' εκεινο δε το παθος στασιασαντος του δημου εκπιπτει συν αλλοις τριακοσιοις αττικισμον εγκληθεις. Και παραγενομενος αυθις...

Traduzione

La composizione elegante (II)

Τουτο δε ποιουσιν αι των αρμονιων ακριβειαι χρονον αισθητον ουδενα τον μεταξυ των ονοματων περιλαμβανουσαν εοικε τε κατα μερος ευητριοις υφεσιν η γραφαις συνεφθαρμενα τα φωτεινα τοις σκιεροις εχουσαις. Ευφωνα τε ειναι βουλεται παντα τα ονοματα και λεια και μαλακα και παρθενωπα, τραχειαις δε συλλαβαις και αντιτυποις απεχθεται που· το δε θρασυ παν και παρακεκινδυνευμενον δι ευλαβειας εχει.

Traduzione

La composizione elegante (I)

Η δε γλαφυρα συνθεσις, ην δευτεραν ετιθεμην τη ταξει, χαρακτηρα τοιονδε εχει· ου ζητει καθ' εν εκαστον ονομα εκ περιφανειας ορασθαι ουδε εν εδρα παντα βεβηκεναι πλατεια τε και ασφαλει ουδε μακρους τους μεταξυ αυτων ειναι χρονους, ουδ' ολως το βραδυ και σταθερον τουτο φιλον αυτη, αλλα κεκινησθαι βουλεται την ονομασιαν και φερεσθαι θατερα κατα των ετερων ονοματων και οχεισθαι την αλληλουχιαν λαμβανοντα βασιν ωσπερ τα ρεοντα και μηδεποτε ατρεμουντα· συνηλειφθαι τε αλληλοις αξιοι και συνυφανθαι τα μορια ως μιας λεξεως οψιν αποτελουντα εις δυναμιν.

Traduzione

Definizione di Synthesis

Η συνθβσις εστι μεν, ωσπερ και αυτο δηλοι τουνομα, ποια τις θεσις παρ' αλληλα των του λογου μοριων, α δη και στοιχεια τινες της λεξεως καλουσιν. Ταυτα δε Θεοδεκτης μεν και Αριστοτελης και οι κατ' εκεινους φιλοσοφησαντες τους χρονους αχρι τριων προηγαγον, ονοματα και ρηματα και συνδεσμους πρωτα μερη της λεξεως ποιουντες. Οι δε μετα τουτους γενομενοι, και μαλιστα οι της Στωικης αιρεσεως ηγεμονες, εως τετταρων προυβιβασαν, χωρισαντες απο των συνδεσμων τα αρθρα.

Traduzione

I discorsi si compongono di contenuto e forma

Διττης γαρ ουσης ασκησεως περι παντας ως ειπειν τους λογους, της περι τα νοηματα και της περι τα ονοματα, ων η μεν του πραγματικου τοπου μαλλον εφαπτεσθαι δοξειεν αν, η δε του λεκτικου, και παντων οσοι του λεγειν ευ στοχαζονται περι αμφοτερας τας θεωριας του λογου ταυτας σπουδαζοντων εξ ισου, η μεν επι τα πραγματα και την εν τουτοις φρονησιν αγουσα ημας επιστημη βραδεια εστι και χαλεπη νεοις, μαλλον δε αδυνατος εις αγενειων και μειρακιων πεσειν ηλικιαν ακμαζουσης γαρ ηδη συνεσεως εστι και πολιαις κατηρτυμενης ηλικιας η τουτων καταληψις οικειοτερα, πολλη μεν ιστορια λογων τε και εργων, πολλη...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it