Le versioni di greco di Polibio e le traduzioni in italiano

Paragone tra medico e politico

Εγω δε την επι πλειον διαστολην πεποιημαι περι τουτων ουχ ενεκα της των συγγραφεων επιτιμησεως, χαριν δε της των φιλομαθουντων επανορθωσεως. Τι γαρ οφελος ιατρου καμνουσιν αγνοουντος τας αιτιας των περι τα σωματα διαθεσεων; Τι δ' ανδρος πραγματικου μη δυναμενου συλλογιζεσθαι πως και δια τι και ποθεν εκαστα των πραγματων τας αφορμας ειληφεν; Ουτε γαρ εκεινον εικος ουδεποτε δεοντως συστησασθαι τας των σωματων θεραπειας, ουτε τον πραγματικον ουδεν οιον τε κατα τροπον χειρισαι των προσπιπτοντων ανευ της των προειρημενων επιγνωσεως.

Traduzione

Considerazioni sulle ragioni dell'agire umano

Το γαρ ωφελιμον της ημετερας ιστοριας προς τε το παρον και προς το μελλον εν τουτω πλειστον κεισεται τω μερει. Ου γαρ δη τουτ' ειναι τελος υποληπτεον εν πραγμασιν ουτε τοις ηγουμενοις ουτε τοις αποφαινομενοις υπερ τουτων, το νικησαι και ποιησασθαι παντας υφ' εαυτους. Ουτε γαρ πολεμει τοις πελας ουδεις νουν εχων ενεκεν αυτου του καταγωνισασθαι τους αντιταττομενους, ουτε πλει τα πελαγη χαριν του περαιωθηναι μονον, και μην ουδε τας εμπειριας και τεχνας αυτης ενεκα της επιστημης αναλαμβανει· παντες δε πραττουσι παντα χαριν των επιγινο­μενων τοις εργοις ηδεων η καλων η συμφεροντων.

Traduzione

Inattendibilità di Filarco

Επει δε των κατα τους αυτους καιρους Αρατω γεγραφοτων παρ' ενιοις αποδοχης αξιουται Φυλαρχος, εν πολλοις αντιδοξων και ταναντια γραφων αυτω, χρησιμον αν ειη, μαλλον δ' αναγκαιον ημιν, Αρατω προηρημενοις κατακολουθειν περι των Κλεομενικων, μη παραλιπειν ασκεπτον τουτο το μερος, ινα μη το ψευδος εν τοις συγγραμμασιν ισοδυναμουν απολειπωμεν προς την αληθειαν. Καθολου μεν ουν ο συγγραφευς ουτος πολλα παρ' ολην την πραγματειαν εικη και ως ετυχεν ειρηκεν.

Traduzione

II nome «Achei»

Πρωτον δε, πως επεκρατησε και τινι τροπω το των Αχαιων ονομα κατα παντων Πελοποννησιων, ουκ αχρηστον μαθειν. Ουτε γαρ χωρας και πολεων πληθει διαφερουσιν οι πατριον εξ αρχης εχοντες την προσηγοριαν ταυτην ουτε πλουτοις ουτε ταις των ανδρων αρεταις. Το τε γαρ των Αρκαδων εθνος, ομοιως δε και το των Λακωνων πληθει μεν ανδρων και χωρας ουδε παρα μικρον υπερεχει· και μην ουδε των της ανδραγαθιας πρωτειων ουδενι των Ελληνων οιοι τ' εισιν ουδεποτε παραχωρειν οι προειρημενοι. Πως ουν και δια τι νυν ευδοκουσιν ουτοι τε και το λοιπον πληθος των Πελοποννησιων, αμα την πολιτειαν των Αχαιων και την προσηγοριαν...

Traduzione

Enormi perdite sia per i Cartaginesi sia per i Romani

Ο μεν ουν Ρωμαιοις και Καρχηδονιοις συστας περι Σικελιας πολεμος επι τοιουτοις και τοιουτον εσχε το τελος, ετη πολεμηθεις εικοσι και τετταρα συνεχως, πολεμος ων ημεις ισμεν ακοη μαθοντες πολυχρονιωτατος και συνεχεστατος και μεγιστος. Εν ω χωρις των λοιπων αγωνων και παρασκευων, καθαπερ ειπομεν ανωτερον, απαξ μεν οι συναμφω πλειοσιν η πεντακοσιοις, παλιν δε μικρω λειπουσιν επτακοσιοις σκαφεσι πεντηρικοις εναυμαχησαν προς αλληλους. Απεβαλον γε μην Ρωμαιοι μεν εν τω πολεμω τουτω πεντηρεις μετα των εν ταις ναυαγιαις διαφθαρεισων εις επτακοσιας Καρχηδονιοι δ' εις πεντακοσιας.

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it