Versioni di greco di Appiano tradotte in italiano

La fine della battaglia di Canne

Οι Ρωμαιοι, εως μεν αυτοις ο Αιμιλιος και ο Σερουιλιος περιησαν, πολλα δρωντες τε και πασχοντες ομως υπεμενον εν ταξει· επει δ' επεσον αυτων οι στρατηγοι, διο μεσων βιαζομενοι των εχθρων μαλα καρτερως κατα μερη διεφυγον, οι μεν ενθαπερ οι προ αυτων επεφευγεσαν, ες τα στρατοπεδα, δυο οντα, και συμπαντες οιδε εγενοντο αμφι τους μυριους και πεντακισχιλιους, οις ο Αννιβας φυλακην επε στησεν οι δε ες Καννας, περι δισχιλιους, και παρεδωκαν εαυτους οιδε οι δισχιλιοι τω Αννιβα. Ολιγοι δ' ες Κανυσιον διεδρασαν, και οι λοιποι κατα μερος εσκεδασθησαν ανα τας υλας. Τουτο τελος ην της επι Κανναις Αννιβου...

Traduzione

I Cartaginesi rifiutano l'invio di rinforzi

Γιγνονται τινες εν τωδε τω χειμωνι Αννιβα και Ρωμαιοις ακροβολισμοι συνεχεις ες αλληλους· και τα Ρωμαιων επικυδεστερα και ευθαρσεστερα ην. Ο δ' Αννιβας επεστελλε μεν αει τα γιγνομενα Καρχηδονιοις υπερεπαιρων, τοτε δε απολωλοτων αυτω πολλων ηπορει, και στρατιαν ητει και χρηματα. Οι δε εχθροι παντα επισκωπτοντες τα Αννιβου, και τοτε υπεκρινοντο απορειν, οτι, των νικωντων ουκ αιτουντων χρηματα αλλα πεμποντων ες τας πατριδας, ο Αννιβας αιτοιη, λεγων νικαν. Οις οι Καρχηδονιοι πεισθεντες, ουτε στρατιαν επεμπον ουτε χρηματα. Και ο Αννιβας ταυτ' οδυρομενος εγραφεν ες Ιβηριαν Ασδρουβα τω αδελφω, παρακαλων...

Traduzione

Cinea riferisce ai Romani le proposte di pace di Pirro

Ο Πυρρος, ο βασιλευς της Ηπειρου, νικησας τους Ρωμαιους και αναλαβειν χρηζων την στρατιαν εκ μαχης ευτονου, και Ρωμαιοις ελπιζων ες διαλυσεις τοτε μαλιστα ενδωσειν, επεμπεν ες Τωμην Κινεαν τον Θεσσαλον, δοξαν επι λογοις εχοντα μιμεισθαι την Δημοσθενους αρετην. Και παρελθων ο Κινεας ες το βουλευτηριον αλλα τε πολλα περι του βασιλεως εσεμνολογει, και την επι τω αγωνι μετριοπαθειαν κατελογιζετο, μητ' επι την πολιν ευθυς ελασαντος μητ' επι το ησσημενον στρατοπεδον εδιδου δ' αυτοις ειρηνην και φιλι αν και συμμαχιαν προς Πυρρον, ει Ταραντινους μεν ες ταυτα συμπεριλαβοιεν, τους δ' αλλους Ελληνας τους...

Traduzione

Le Forche Caudine (III)

Απαγγελθεισης δε της συμφορας ες την παλιν, οιμωγη και θρηνος ην, ως επι πενθει και αι γυναικες εκοπτοντο τους αισχρως περισεσωσμενους, ως αποθανοντας· η τε βουλη την επιπορφυρον εσθητα απεθετο, και θυσιαι, και γαμοι, και οσα αλλα τοιουτοτροπα, επεσχετο επι το ετος ολον, εως την συμφοραν ανελαβον. Των δε αφειμενων, οι μεν ες τους αγρους διεφευγαν υπο αιδους, οι δε νυκτος ες την πολιν εσηεσαν οι δε αρχοντες ημερας μεν εσηλθον υπ' αναγκης, και τα σημεια της αρχης επεκειτο αυτοις· επρασσον δε ουδεν.

Traduzione

Le Forche Caudine (II)

Απαγγελθεντων τουτων ες το στρατοπεδον, ολοφυρμος ην και θρηνος επι πλειστον θανατου γαρ ηγουντο ειναι χειρονα την υβριν την υπο τω ζυγω. Ως δε και περι των ιππεων επυθοντο, αυθις εθρηνουν επι πλειστον. Υπο δε αποριας αυτα εδεχοντο, και τους ορκους ωμνυον ο τε Ποντιος και οι Ρωμαιων υπατοι, δυο οντες Ποστουμιος τε και Ουετουριος, και ταμιαι δυο και ταξιαρχαι τεσσαρες και χιλιαρχοι δωδεκα, συμπαντες οσοι μετα τους διεφθαρμενους ηρχον. Γενομενων δε των ορκων ο μεν Ποντιος παραλυσας τι του διατειχισματος, και δυσι δορασιν ες την γην εμπεπηγοσιν επικαρσιον αλλο επιθεις, εξεπεμψε Ρωμαιων εκαστον...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it