Versioni di greco di Arriano tradotte in italiano

Vittoria di Alessandro sui Traci

Ενθα οι Μακεδονες θαρσησαντες οτι αβλαβεις αυτοις, ας μαλιστα εδεδιεσαν, αι αμαξαι εγενοντο, συν βοη ες τους Θρακας ενεβαλον, Αλεξανδρος δε τους τοξοτας μεν απο του δεξιου κερως προ της αλλης φαλαγγος, οτι ταυτη ευποροτερα ην, ελθειν εκελευσε και εκτοξευειν ες τους θρακας οπη προσφεροιντο· αυτος δε αναλαβων το αγημα και τους υπασπιστας και τους Αγριανας κατα το ευωνυμον ηγεν. Ενθα δη οι τοξοται βαλλοντες τους προεκθεοντας των Θρακων ανεστελλαν και η φαλαγξ προσμιξασα ου χαλεπως εξεωσεν εκ της χωρας ανθρωπους ψιλους και κακως ωπλισμενους βαρβαρους, ωστε Αλεξανδρον απο του ευωνυμου επαγοντα ουκετι...

Traduzione

Discorso di Alessandro ai soldati

Κρατησας δε τη ιππω τους σατραπας τους Δαρειου την τε Ιωνιαν πασαν τη υμετερα αρχη προσεθηκα και την Αιολιδα πασαν και Φρυγας αμφοτερους και Λυδους, και Μιλητον ειλον πολιορχια· τα δε αλλα παντα εκοντα προσχωρησαντα λαβων υμιν ινα καρποισθε εδωκα· και τα εξ Αιγυπτου και Κυρηνης αγαθα, οσα αμαχει εκτησαμην, υμιν ερχεται, η τε κοιλη Συρια και η Παλαιστινη και η μεση των ποταμων υμετερον κτημα εισι, και Βαβυλων και Βακτρα και Σουσα υμετερα, και ο Λυδων πλουτος και οι Περσων θησαυροι και τα Ινδων αγαθα και η εξω θαλασσα υμετερα· υμεις σατραπαι, υμεις στρατηγοι, υμεις ταξιαρχαι. Ως εμοιγε αυτω τι...

Traduzione

Fuga della cavalleria Persiana nella battaglia di Isso

Οι δε ιππεις των Περσων κατα τους Θεσσαλους τεταγμενοι ουκ εμειναν εντος του ποταμου, αλλ' επιδιαβαντες ευρωστως ενεβαλον εις τας ιλας των Θεσσαλων. Και ταυτη ξυνεστη ιππομαχια καρτερα. Ουδε προσθεν ενεκλιναν οι Περσαι, πριν Δαρειον τε πεφευγοτα ησθοντο και πριν απορραγηναι σφων τους μισθοφορους συγκοπεντας υπο της φαλαγγος. Τοτε δε ηδη λαμπρα τε και εκ παντων η φυγη εγιγνετο· και οι τε των Περσων ιπποι εν τη αναχωρησει εκακοπαθουν, βαρεως ωπλισμενους τους αναβατας σφων φεροντες, και αυτοι οι ιππεις κατα στενας οδους πολλοι τε και πεφοβημενοι συν αταξια αποχωρουντες ου μειον υπ' αλληλων καταπατουμενοι...

Traduzione

Incontro fra Alessandro e Poro

Αλεξανδρος, ως προσαγοντα αυτον επυθετο, προσιππευσας προ της ταξεως ξυν ολιγοις των εταιρων απαντα τω Πωρω· και επιστησας τον ιππον το τε μεγεθος εθαυμαζεν, υπερ πεντε πηχεις μαλιστα ξυμβαινον, και το καλλος του Πωρου και οτι ου δεδουλομενος τη γνωμη εφαινετο, αλλ' ωσπερ αν ανηρ αγαθος ανδρι αγαθω προσελθοι υπερ βασιλειας της αυτου προς βασιλεα αλλον καλως ηγωνισμενος. Ενθα δη Αλεξανδρος πρωτος προσειπων αυτον λεγειν εκελευσεν οτι οι γενεσθαι εθελοι. Πωρον δε αποκρινασθαι λογος, οτι· «Βασιλικως μοι χρησαι, ο Αλεξανδρε». Και Αλεξανδρος ησθεις τω λογω, «Τουτο μεν εσται σοι, ω Πωρε,» εφη, «εμου...

Traduzione

Alessandro e il medico Filippo

Ουτως ουν εις νοσον πεσοντα, σπασμω τε εχεσθαι Αλεξανδρον και θερμαις ισχυραις και αγρυπνια ξυνεχει. Και τους μεν αλλους ιατρους ουκ οιεσθαι ειναι βιωσιμον, Φιλιππον δε Ακαρνανα, ιατρον, ξυνοντα Αλεξανδρω και τα τε αμφι ιατρικην ες τα μαλιστα πιστευομενον, καθηραι εθελειν Αλεξανδρον ψαρμακω· και τον κελευειν καθηραι. Τον μεν δη παρασκευαζειν την κυλικα, εν τουτω δε Αλεξανδρω δοθηναι επιστολην παρα Παρμενιωνος, παρακελευοντος φυλαξασθαι Φιλιππον ακουειν γαρ αυτον διεφθαρθαι υπο Δαρειου χρημασιν ωστε φαρμακω αποκτειναι Αλεξανδρον. Τον δε αναγνοντα την επιστολην και ετι μετα χειρας εχοντα αυτον...

Traduzione

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it