Versioni di greco di Arriano tradotte in italiano

Alessandro prepara la spedizione in Asia

Λεγεται δη Φιλιππος μεν τελευτησαι επι αρχοντος Πυθοδηλου Αθηνησι· παραλαβοντα δε την βασιλειαν Αλεξανδρον, παιδα οντα Φιλιππου, ες Πελοποννησον παρελθειν· ειναι δε τοτε αμφι τα εικοσιν ετη Αλεξανδρον. Ενταυθα ξυναγαγοντα τους Ελληνας, οσοι εντος Πελοποννησου ησαν, αιτειν παρ' αυτων την ηγεμονιαν της επι τους Περσας στρατιας, ηντινα Φιλιππω ηδη εδοσαν και αιτησαντα λαβειν παρ' εκαστων πλην Λακεδαιμονιων· Λακεδαιμονιους δε αποκρινασθαι μη ειναι σφισι πατριον ακολουθειν αλλοις, αλλ' αυτους αλλων εξηγεισθαι. Νεωτερισαι δε αττα και των Αθηναιων την πολιν. Αλλα Αθηναιους γε τη πρωτη εφοδω Αλεξανδρου...

Traduzione

I Gimnosofisti

Οι παντες Ινδοι νεμεμηνται εις επτα γενη. Εν μεν αυτοις οι σοφισται εισιν, οι παρα τοις Ινδοις περι πολλου ποιουνται. Ουτοι δε θυοσιν τας θυσιας τοις θεοις υπερ του κοινου των Ινδων; οστις δε ιδια θυει, εξηγητης της θυσιας αυτω τις των σοφιστων τουτων γιγνεται. Ουτοι οι σοφισται μαντευονται υπερ των ωρων του ετους και ει τις συμφορα εις το κοινον καταλαμβανει, τα δε ιδια ουκ αυτοις μελει μαντευεσθει. Οστις δε αμαρτανει εις τρις μαντευομενος, τουτον αναγκαιον εστι σιωπαν του λοιπου, και ουκ εστιν οστις εξαναγκαζει τον ανδρα τουτον φονειν. Ουτοι οι σοφισται γυμνοι διαιτωνται, του μεν χειμονως...

Traduzione

Durante un banchetto Alessandro uccide l'amico Clito

Ως των Φιλιππου τινες εργων, οτι ου μεγαλα ουδε θαυμαστα Φιλιππω κατεπραχθη, ουδεμια ξυν δικη επεμνησθησαν, χαριζομενοι και ουτοι Αλεξανδρω, λεγουσι τον Κλειτον ηδη ουκετι εν εαυτου οντα πρεσβευειν μεν τα του Φιλιππου, καταβαλλειν δε Αλεξανδρον τε και τα τουτου εργα, παροινουντα ηδη τον Κλειτον, τα τε αλλα και πολυν ειναι εξονειδιζοντα Αλεξανδρω οτι προς αυτου αρα εσωθη, οποτε η ιππομαχια η επι Γρανικω ξυνειστηκει προς Περσας· και δη και την δεξιαν την αυτου σοβαρως ανατειναντα· «Αυτη σε η χειρ,» φαναι, «ω Αλεξανδρε, εν τω τοτε εσωσε». Και Αλεξανδρον ουκετι φερειν του Κλειτου την παροινιαν τε...

Traduzione

Alessandro decide di consultare l'oracolo di Ammone

Επι τουτοις ποθος λαμβανει αυτον ελθειν παρα Αμμωνα ες Λιβυην, ως μεν τι τω θεω χρησομενον, οτι ατρεκες ελεγετο ειναι το μαντειον του Αμμωνος, και χρησασθαι αυτω Περσεα και Ηρακλεα, τον μεν επι την Γοργονα οτε προς Πολυδεκτου εστελλετο, τον δε οτε παρ' Ανταιον ηει εις Λιβυην και παρα Βουσιριν εις Αιγυπτον. Αλεξανδρω δε φιλοτιμια ην προς Περσεα και Ηρακλεα, απο γενους τε οντι του αμφοιν και τι και αυτος της γενεσεως της εαυτου ες Αμμωνα ανεφερε, καθαπερ οι μυθοι την Ηρακλεους τε και Περσεως ες Δια. Και ουν παρ' Αμμωνα ταυτη τη γνωμη εστελλετο, ως και τα αυτου ατρεκεστερον εισομενος η φησων γε...

Traduzione

Alessandro combatte al Granico

Αλεξανδρος, αναπηδησας επι τον ιππον και τοις αμφ' αυτον εγκελευσαμενος επεσθαι και ανδρας αγαθους γιγνεσθαι, αγων το δεξιον κερας υπο σαλπιγγων τε και τω Ενυαλιω αλαλαζοντας εμβαινει ες τον πορον. Αλεξανδρος ηδη πλησιον ην, αμα οι αγων το κερας το δεξιον, και εμβαλλει ες τους Περσας πρωτος, ινα το παν στιφος της ιππου και αυτοι οι ηγεμονες των Περσων τεταγμενοι ησαν και περι αυτον ξυνειστηκει μαχη καρτερα· και εν τουτω αλλαι επ' αλλαις των ταξεων τοις Μακεδοσι διεβαινον ου χαλεπως ηδη. Και ην μεν απο των ιππων η μαχη, πεζομαχια δε μαλλον τι εφκει. Ξυνεχομενοι γαρ ιπποι τε ιπποις και ανδρες...

Traduzione

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it