Le versioni di greco di Luciano e le traduzioni in italiano

Insolita rappresentazione di Eracle presso i Galli

Τον Ηρακλεα οι Κελτοι Ογμιον ονομαζουσι φωνη τη επιχωριω, το δε ειδος του θεου πανυ αλλοκοτον γραφουσι. Γερων εστιν αυτοις ες το εσχατον, αναφαλαντιας, πολιος ακριβως οσαι λοιπαι των τριχων, ρυσος το δερμα και διακεκαυμενος ες το μελαντατον οιοι εισιν οι θαλαττουργοι γεροντες· μαλλον δε Χαρωνα η Ιαπετον τινα των υποταρταριων και παντα μαλλον η Ηρακλεα ειναι αν εικασειας. Αλλα και τοιουτος ων εχει δμως την σκευην την Ηρακλεους· και γαρ την διφθεραν ενηπται την του λεοντος και το ροπαλον εχει εν τη δεξιοι και τον γωρυτον παρηρτηται, και το τοξον εντεταμενον η αριστερα προδεικνυσιν, και ολος Ηρακλης...

Traduzione

Lucio torna uomo

Ο μεν ουν εμος επιστατης εστως οπισθεν εκελευεν με αρισταν εγω δε αμα μεν ηδουμην εν τω θεατρω κατακειμενος, αμα δε εδεδιειν μη που αρκτος η λεων αναπηδησεται. Εν τουτω δε τινος ανθη φεροντος παροδευοντος εν τοις αλλοις ανθεσιν ορω και ροδων χλωρων φυλλα, και μηδεν ετι οκνων αναπηδησας του λεχους εκπιπτω· και οι μεν ωοντο με ανιστασθαι ορχησομενον εγω δε εν εξ ενος επιτρεχων και απανθιζο· μενος απ' αυτων των ανθων τα ροδα κατεπινον. Των δε ετι θαυμαζοντων επ' εμοι αποπιπτει εξ εμου εκεινη η του κτηνους οψις και απολλυται, και αφανης εκεινος ο παλαι ονος, ο δε Λουκιος αυτος ενδον μοι γυμνος ειστηκει....

Traduzione

Lucio trasformato in asino

Εγω δε οναρ εκεινο οιομενος οραν τοις δακτυλοις των εαυτου βλεφαρων ηπτομην, ου πιστευων τοις εμαυτου οφθαλμοις ουθ' οτι βλεπουσιν ουθ' οτι εγρηγορασιν. Ως δε μολις και βραδεως επεισθην οτι μη καθευδω, εδεομην τοτε της Παλαιστρας πτερωσαι καμε και χρισασαν εξ' εκεινου του φαρμακου εασαι πετεσθαι με· ηβουλομην γαρ πειρα μαθειν ει μεταμορ­φωθεις εκ του ανθρωπου και την ψυχην ορνις εσομαι. Η δε το δωματιον υπανοιξασα κομιζει την πυξιδα. Εγω δε σπευδων ηδη αποδυσας χριω ολον εμαυτον, και ορνις μεν ου γινομαι ο δυστυχης, αλλα μοι ουρα οπισθεν εξηλθεν, και οι δακτυλοι παντες ωχοντο ουκ οιδ' οπον ονυχας...

Traduzione

La maga si trasforma in corvo

Καπειδη εσπερα ην, αγει με λαβουσα προς την θυραν του δωματιου, ενθα εκεινοι εκαθευδον, και κελευει με προσαγειν οπη τινι της θυρας λεπτη και σκοπειν τα γινομενα ενδον. Ορω ουν την μεν γυναικα αποδυομενην. Ειτα γυμνη τω λυχνω προσελθουσα και χονδρους δυο λαβουσα τον μεν λιβανωτον τω πυρι του λυχνου επεθηκε και στασα πολλα του λυχνου κατελαλησεν ειτα κιβωτιον αδρον ανοιξασα, πανυ πολλας εχον πυξιδας εν αυτω, ενθεν αναιρειται και προφερει μιαν η δε ειχεν εμβεβλημενον ο τι μεν ουκ οιδα, της δε οψεως αυτης ενεκα ελαιον αυτο εδοκουν ειναι. Εκ τουτου λαβουσα χριεται ολη, απο των ονυχων αρξαμενη των...

Traduzione

Il giudice Radamanto

Ην δε η μεν πρωτη δικη περι Αιαντος του Τελαμωνος, ειτε χρη αυτον συνειναι τοις ηρωσιν ειτε και μη· κατηγορειτο δε αυτου οτι μεμηνοι και εαυτον απεκτονοι. Τελος δε πολλων ρηθεντων εγνω ο Ραδαμανθυς, νυν μεν αυτον πιομενον του ελλεβορου παραδοθηναι Ιπποκρατει τω Κωω ιατρω, υστερον δε σωφρονησαντα μετεχειν του συμποσιου. Δευτερα δε ην κρισις ερωτικη, Θησεως και Μενελαου περι της Ελενης διαγωνιζομενων, ποτερω χρη αυτην συνοικειν. Και ο Ραδαμανθυς εδικασε Μενελαω συνειναι αυτην ατε και τοσαυτα πονησαντι και κινδυνευσαντι του γαμου ενεκα· και γαρ αυ τω Θησει και αλλας ειναι γυναικας, την τε Αμαζονα...

Traduzione

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it